previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

γινώσκειν δὲ βούλομαί σε, ἀνδρῶν λῷστε Οὐλπιανέ, ὅτι Ἀλεξανδρέων μουσικώτεροι ἄλλοι γενέσθαι οὐχ ἱστόρηνται, καὶ οὐ λέγω περὶ κιθαρῳδίαν μόνην, ἧς καὶ εὐτελέστατος παρ᾽ ἡμῖν ἰδιώτης προσέτι τε καὶ ἀναλφάβητος οὕτως ἐστὶ συνήθης ὡς τάχιστα ἐλέγχειν τὰ παρὰ τὰς κρούσεις ἁμαρτήματα γινόμενα, ἀλλὰ καὶ περὶ αὐλούς εἰσι μουσικώτατοι οὐ μόνον τοὺς παρθενίους καλουμένους καὶ παιδικούς, ἀλλὰ καὶ τοὺς ἀνδρείους, οἵτινες καλοῦνται τέλειοί τε καὶ ὑπερτέλειοι, καὶ τοὺς κιθαριστηρίους δὲ καὶ τοὺς δακτυλικούς. τοὺς γὰρ ἐλύμους αὐλούς, ὧν μνημονεύει Σοφοκλῆς ἐν Νιόβῃ fr. 409 N' 'τε κἀν Τυμπανισταῖς fr. 581',' οὐκ ἄλλους τινὰς εἶναι ἀκούομεν τοὺς Φρυγίους, ὧν καὶ αὐτῶν ἐμπείρως ἔχουσιν Ἀλεξανδρεῖς. οἴδασι δὲ καὶ τοὺς διόπους ἔτι τε μεσοκόπους καὶ τοὺς καλουμένους ὑποτρήτους. τῶν δ᾽ ἐλύμων αὐλῶν μνημονεύει καὶ Καλλίας ἐν Πεδήταις I 697 K'.' Ἰόβας δὲ τούτους Φρυγῶν μὲν εἶναι εὕρημα, ὀνομάζεσθαι δὲ καὶ σκυταλείας, κατ᾽ ἐμφέρειαν τοῦ πάχους. χρῆσθαι δ᾽ αὐτοῖς καὶ Κυπρίους φησὶ Κρατῖνος νεώτερος ἐν Θηραμένῃ II 290 K'.' οἴδαμεν δὲ καὶ τοὺς ἡμιόπους καλουμένους, περὶ ὧν φησιν Ἀνακρέων fr. 20 B':'
τίς ἐρασμίην
τρέψας θυμὸν ἐς ἥβην τερένων ἡμιόπων ὑπ᾽ αὐλῶν
ὀρχεῖται;
εἰσὶ δ᾽ οἱ αὐλοὶ οὗτοι ἐλάσσονες τῶν τελείων. Αἰσχύλος γοῦν κατὰ μεταφορὰν ἐν Ἰξίονί φησι fr. 86 N':'
τὸν δ᾽ ἡμίοπον [καὶ τὸν ἐλάσσονα]
ταχέως μέγας καταπίνει.
εἰσὶν δ᾽ οἱ αὐτοὶ τοῖς παιδικοῖς καλουμένοις, οἷς οὐκ οὖσιν ἐναγωνίοις πρὸς τὰς εὐωχίας χρῶνται. διὸ καὶ τέρενας αὐτοὺς κέκληκεν Ἀνακρέων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: