previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοιούτων οὖν πολλάκις λεγομένων ὕδωρ ἐφέρετο κατὰ χειρῶν. καὶ πάλιν Οὐλπιανὸς ἐζήτει εἰ τὸ χέρνιβον εἴρηται, καθάπερ ἡμεῖς λέγομεν ἐν τῇ συνηθείᾳ. καί τις αὐτῷ ἀπήντησεν λέγων τὸ ἐν Ἰλιάδι :

ῥα καὶ ἀμφίπολον ταμίην ὤτρυν᾽ γεραιὸς
χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον: δὲ παρέστη
χέρνιβον ἀμφίπολος πρόχοόν θ᾽ ἅμα χερσὶν ἔχουσα.

Ἀττικοὶ δὲ χερνίβιον λέγουσιν, ὡς Λυσίας ἐν τῷ κατὰ Ἀλκιβιάδου λέγων οὕτως i. e. Andoc. 29':' ‘τοῖς χρυσοῖς χερνιβίοις καὶ θυμιατηρίοις.' χειρόνιπτρον δ᾽ Εὔπολις ἐν Δήμοις I 289 K':'
κἄν τις τύχῃ πρῶτος δραμὼν εἴληφε χειρόνιπτρον:
ἀνὴρ δ᾽ ὅταν τις ἀγαθὸς καὶ χρήσιμος πολίτης
νικᾷ τε <πάντας> χρηστὸς ὤν, οὐκ ἔστι χειρόνιπτρον.
Ἐπίχαρμος δ᾽ ἐν Θεαροῖς εἴρηκε χειρόνιβα διὰ τούτων p. 242 L':'
κιθάρα, τρίποδες, ἅρματα, τράπεζαι χαλκίαι,
χειρόνιβα, λοιβάσια, λέβητες χαλκίοι.
πλείων δὲ χρῆσις κατὰ χειρὸς ὕδωρ εἴωθε λέγειν, ὡς Εὔπολις ἐν Χρυσῷ γένει καὶ Ἀμειψίας Σφενδόνῃ Ἀλκαῖός τε ἐν Ἱερῷ γάμῳ. πλεῖστον δ᾽ ἐστὶ τοῦτο. Φιλύλλιος δὲ ἐν Αὔγῃ κατὰ χειρῶν εἴρηκεν οὕτως I 782 K':'
καὶ δὴ δεδειπνήκασιν αἱ γυναῖκες: ἀλλ᾽ ἀφαιρεῖν
ὥρα 'στὶν ἤδη τὰς τραπέζας, εἶτα παρακορῆσαι,
ἔπειτα κατὰ χειρῶν ἑκάστῃ καὶ μύρον τι δοῦναι.
Μένανδρος Ὑδρίᾳ IV 208 M':'
οἳ δὲ κατὰ χειρῶν λαβόντες περιμένουσι φίλτατοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (1 total)
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: