Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅτι Ποντικῶν καλουμένων καρύων, ἃ λόπιμά
τινες ὀνομάζουσι, μνημονεύει Νίκανδρος ῾cf. p. 54d'.'
Ἑρμῶναξ δὲ καὶ Τιμαχίδας ἐν Γλώσσαις Διὸς βάλανόν φησι καλεῖσθαι τὸ Ποντικὸν κάρυον.
Ἡρακλείδης δὲ ὁ Ταραντῖνος ζητεῖ πότερον προπαρατίθεσθαι δεῖ τὰ τραγήματα, καθάπερ ἔν τισι τόποις τῶν κατὰ τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα γίνεται
ἢ οὔ, ἀλλὰ μετὰ τὸ δεῖπνον. ἐὰν μὲν οὖν μετὰ τὸ
δεῖπνον, συμβαίνει πλείονος τροφῆς κειμένης ἐν τῇ
κοιλίᾳ καὶ τοῖς ἐντέροις τὰ ἐπεισφερόμενα κάρυα,
χάριν τῆς πρὸς τὸ πίνειν ὁρμῆς ἐμπλεκόμενα τοῖς σιτίοις, ἐμπνευματώσεις καὶ φθορὰς τῆς τροφῆς παρασκευάζειν διὰ τὸ παρακολουθοῦν αὐτοῖς ἐπιπολαστικὸν
φύσει καὶ δυσκατέργαστον: ἐξ ὧν ἀπεψίαι γίνονται
καὶ κοιλίας καταφοραί.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.