ἀθῷος ἀποδοὺς θοἰμάτιον ἀπέρχεται,Ἄλεξις δ᾽ ἐν μὲν Ἀγωνίδι ἢ Ἱππίσκῳ ῾II 298 K':'
στέφανον ἔχων τῶν ἐκκυλίστων οἴκαδε.
ὁ τρίτος οὗτος δ᾽ ἔχειἐν δὲ τῷ Σκίρωνί φησι ῾ib. 373':'
σύκων κυλιστὸν στέφανον. ἀλλ᾽ ἔχαιρε καὶ
ζῶν τοῖς τοιούτοις.
ὥσπερ κυλιστὸς στέφανος αἰωρούμενος.μνημονεύει δ᾽ αὐτοῦ καὶ Ἀντιφάνης ἐν Ἑαυτοῦ Ἐρῶντι ῾ib. 31',' Εὔβουλος δ᾽ ἐν Οἰνομάῳ ἢ Πέλοπι ῾ib. 190':'
περιφοραῖς κυκλούμενοςτίς οὖν οὗτος ὁ κυλιστός; οἶδα γὰρ τὸν Θυατειρηνὸν Νίκανδρον ἐν τοῖς Ἀττικοῖς Ὀνόμασι λέγοντα τάδε: ‘ἐκκύλιστοι στέφανοι καὶ μάλιστα οἱ ἐκ ῥόδων.' καὶ τὸ εἶδος ὁποῖον ζητῶ, ὦ Κύνουλκε. καὶ μή μοι εἴπῃς ὅτι δεῖ τοὺς ἁδροὺς ἀκούειν. σὺ γὰρ εἶ ὁ τὰ ἐν τοῖς βιβλίοις ἀπόρρητα οὐ μόνον ἐκλέγων ἀλλὰ καὶ ἐξορύττων, καθάπερ οἱ παρὰ Βάτωνι τῷ κωμῳδιοποιῷ ἐν Συνεξαπατῶντι φιλόσοφοι ῾III 329 K',' περὶ ὧν καὶ Σοφοκλῆς Συνδείπνῳ φησίν, οὖσί σοι παραπλησίοις ῾fr. 139 N':'
ὥσπερ κυλιστὸς στέφανος.
οὔτοι γένειον ὧδε χρὴ διηλιφὲςἐπειδὴ οὖν ἤδη καὶ σὺ πεπλήρωσαι οὐ μόνον τῶν τοῦ γλαύκου κρανίων ἀλλὰ καὶ τῆς ἀειζώου βοτάνης, ἧς ὁ Ἀνθηδόνιος ἐκεῖνος δαίμων ἐμφορηθεὶς ἀθάνατος πάλιν ητις γέγονε, λέγε ἡμῖν περὶ τοῦ προκειμένου, ἵνα μὴ κατὰ τὸν θεῖον Πλάτωνα ῾Phaed. p. 81e' 'ὑπολάβωμέν σε ἀποθανόντα μεταμορφωθῆναι [ἐν τῷ περὶ Ψυχῆς]: τοὺς μὲν γὰρ τὰς γαστριμαργίας τε καὶ ὕβρεις καὶ φιλοποσίας μεμελετηκότας καὶ μὴ διευλαβουμένους εἰς τὰ τῶν ὄνων γένη καὶ τῶν τοιούτων θηρίων εἰκὸς ἐνδύεσθαι.'
φοροῦντα κἀντίπαιδα καὶ γένει μέγαν
γαστρὸς καλεῖσθαι παῖδα, τοῦ πατρὸς παρόν.