previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τίμαιος δ᾽ Ταυρομενίτης ἐκλαθόμενος αὑτοῦἐλέγχει δ᾽ αὐτὸν εἰς τοῦτο Πολύβιος Μεγαλοπολίτης διὰ τῆς δωδεκάτης τῶν ἱστοριῶν c. 6'— οὐκ εἶναι ἔφη σύνηθες τοῖς Ἕλλησι δούλους κτᾶσθαι FHG I 207',' αὐτὸς εἰπὼν Ἐπιτίμαιος ῾οὕτως δ᾽ αὐτὸν καλεῖ Ἴστρος Καλλιμάχειος ἐν ταῖς πρὸς αὐτὸν ἀντιγραφαῖς᾿ εἰπὼν γὰρ ὅτι Μνάσων Φωκεὺς πλείους ἐκέκτητο δούλους τῶν χιλίων: κἀν τῇ τρίτῃ δὲ τῶν ἱστοριῶν Ἐπιτίμαιος ἔφη ib. p. 202' 'οὕτως εὐδαιμονῆσαι τὴν Κορινθίων πόλιν ὡς κτήσασθαι δούλων μυριάδας ἓξ καὶ τεσσαράκοντα: δι᾽ ἃς ἡγοῦμαι καὶ τὴν Πυθίαν αὐτοὺς κεκληκέναι χοινικομέτρας. Κτησικλῆς δ᾽ ἐν τρίτῃ Χρονικῶν FHG IV 375' '<κατὰ τὴν ἑπτα>καιδεκάτην πρὸς ταῖς ἑκατόν φησιν ὀλυμπιάδα Ἀθήνησιν ἐξετασμὸν γενέσθαι ὑπὸ Δημητρίου τοῦ Φαληρέως τῶν κατοικούντων τὴν Ἀττικὴν καὶ εὑρεθῆναι Ἀθηναίους μὲν δισμυρίους πρὸς τοῖς χιλίοις, μετοίκους δὲ μυρίους, οἰκετῶν δὲ μυριάδας μ#. Νικίας δ᾽ Νικηράτου, ὡς καλὸς ἔφη Ξενοφῶν ἐν τῷ περὶ πόρων 4, 14',' χιλίους ἔχων οἰκέτας ἐμίσθωσεν αὐτοὺς εἰς τὰ ἀργυρεῖα Σωσίᾳ τῷ Θρᾳκὶ ἐφ᾽ ὀβολὸν ἑκάστου τελεῖν τῆς ἡμέρας. Ἀριστοτέλης δ᾽ ἐν Αἰγινητῶν πολιτείᾳ fr. 427 R' 'καὶ παρὰ τούτοις φησὶ γενέσθαι ἑπτὰ καὶ τεσσαράκοντα μυριάδας δούλων. Ἀγαθαρχίδης δ᾽ Κνίδιος ἐν τῇ ὀγδόῃ καὶ τριακοστῇ τῶν Εὐρωπιακῶν FHG III 194' 'Δαρδανεῖς φησι δούλους κεκτῆσθαι τὸν μὲν χιλίους, ... τὸν δὲ καὶ πλείους: τούτων δ᾽ ἕκαστον ἐν μὲν εἰρήνῃ γεωργεῖν, ἐν πολέμῳ δὲ λοχίζεσθαι ἡγεμόνα νέμοντας τὸν ἴδιον δεσπότην.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: