previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐδὲν οὖν ἦν παράδοξον εἰ καὶ θυτικῆς ἦσαν ἔμπειροι οἱ παλαίτεροι μάγειροι: προίσταντο γοῦν καὶ γάμων καὶ θυσιῶν. διόπερ Μένανδρος ἐν Κόλακι τὸν τοῖς τετραδισταῖς διακονούμενον μάγειρον ἐν τῇ τῆς Πανδήμου Ἀφροδίτης ἑορτῇ ποιεῖ ταυτὶ λέγοντα III 82 K':'
σπονδή. δίδου σὺ σπλάγχν᾽ ἀκολουθῶν. ποῖ βλέπεις;
σπονδή. φέρ᾽, παῖ Σωσία. σπονδή. καλῶς.
εὔχου. θεοῖς Ὀλυμπίοις εὐχώμεθα
Ὀλυμπίαισι, πᾶσι πάσαις: λάμβανε
τὴν γλῶτταν. ἐπὶ τούτῳ διδόναι σωτηρίαν,
ὑγίειαν, ἀγαθὰ πολλὰ τῶν ὄντων τε νῦν
ἀγαθῶν ὄνησιν πᾶσι. ταῦτ᾽ εὐχώμεθα.
καὶ παρὰ Σιμωνίδῃ δέ φησιν ἕτερος fr. 24 B4':'
ὗν ὡς ἄφευσα χὠς ἐμίστυλα κρέα
ἱρωστί: καὶ γὰρ οὐ κακῶς ἐπίσταμαι ...
ἐμφαίνει δ᾽ αὐτῶν τὴν ἐμπειρίαν καὶ πρὸς Ἀλέξανδρον Ὀλυμπιάδος Ἐπιστολή. προτρεπομένη μάγειρον αὑτῇ πρίασθαι θυσιῶν ἔμπειρον μήτηρ φησί: ‘Πελίγναν τὸν μάγειρον λαβὲ παρὰ τῆς μητρός. οὗτος γὰρ οἶδε τὰ ἱερά σου τὰ πατρῷα πάντα ὃν τρόπον θύεται καὶ τὰ ἀργαδιστικὰ καὶ τὰ Βακχικά, ὅσα τε Ὀλυμπιὰς προθύεται οὗτος οἶδεν. μὴ οὖν ἀμελήσῃς, ἀλλὰ λαβέ: καὶ ἀπόστειλον πρὸς ἐμὲ τὴν ταχίστην.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: