previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΛΕΠΑΣΤΗ. οἳ μὲν ὀξύνουσι τὴν τελευταίαν, ὡς καλή, οἳ δὲ παροξύνουσιν, ὡς μεγάλη. τοῦτο δὲ τὸ ποτήριον ὠνομάσθη ἀπὸ τῶν εἰς τὰς μέθας καὶ τὰς ἀσωτίας πολλὰ ἀναλισκόντων, οὓς λαφύκτας καλοῦμεν. κύλικες δ᾽ ἦσαν μεγάλαι. Ἀριστοφάνης Εἰρήνῃ 916' '
τί δῆτ᾽ ἂν εἰ πίοις οἴνου κύλικα λεπαστήν;
ἀφ᾽ ἧς ἔστι λάψαι, τουτέστιν ἁθρόως πιεῖν, κατεναντίον τῷ λεγομένῳ βομβυλιῷ. φησὶν γάρ που αὐτός I 544 K':'
τὸ δ᾽ αἷμα λέλαφας τοὐμόν, ὦναξ δέσποτα,
οἷον ἅθρουν μ᾽ ἐξέπιες. ἐν δὲ Γηρυτάδῃ I 432 K':'
ἦν δὲ
τὸ πρᾶγμ᾽ ἑορτή. περιέφερεν δ᾽ ἐν κύκλῳ λεπαστὴν
ἡμῖν ταχὺ προσφέρων παῖς ἐνέχει τε σφόδρα κυανοβενθῆ,
τὸ βάθος παρίστησιν κωμικὸς τοῦ ποτηρίου. Ἀντιφάνης δὲ ἐν Ἀσκληπιῷ II 28 K':'
τὴν δὲ γραῦν τὴν ἀσθενοῦσαν πάνυ πάλαι, τὴν βρυτικήν,
ῥίζιον τρίψας τι μικρὸν δελεάσας τε γεννικῇ
τὸ μέγεθος κοίλῃ λεπαστῇ, τοῦτ᾽ ἐποίησεν ἐκπιεῖν.
Φιλύλλιος Αὔγῃ I 783 K':'
πάντα γὰρ ἦν
μέστ᾽ ἀνδρῶν <καὶ> μειρακίων
πινόντων: ὁμοῦ δ᾽ ἄλλων
γρᾴδι᾽ ἦν μεγάλαισιν οἴνου χαίροντα λεπασταῖς.
Θεόπομπος Παμφίλῃ I 744 K':'
σπόγγος, λεκάνη, πτερόν, λεπαστὴ πάνυ πυκνή,
ἣν ἐκπιοῦσ᾽ ἄκρατον Ἀγαθοῦ Δαίμονος
τέττιξ κελαδεῖ.
καὶ ἐν Μήδῳ ib. 740':'
ὥς ποτ᾽ ἐκήλησεν Καλλίστρατος υἷας Ἀχαιῶν,
κέρμα φίλον διαδούς, ὅτε συμμαχίαν ἐρέεινεν:
οἶον δ᾽ οὐ κήλησε δέμας λεπτὸν Ῥαδάμανθυν
Λύσανδρον κώθωνι, πρὶν αὐτῷ δῶκε λεπαστήν.
Ἀμερίας δέ φησι τὴν οἰνοχόην λεπαστὴν καλεῖσθαι. Ἀριστοφάνης δὲ p. 220 N' 'καὶ Ἀπολλόδωρος γένος εἶναι κύλικος. Φερεκράτης Κραπατάλλοις I 171 K':'
τῶν θεατῶν δ᾽ ὅστις <ἂν>
διψῇ, λεπαστὴν λαψάμενος μεστὴν ἐκχαρυβδίσαι.
Νίκανδρος δ᾽ Κολοφώνιός φησιν fr. 142 Schn' 'Δόλοπας οὕτω καλεῖν τὴν κύλικα. Λυκόφρων δ᾽ ἐν τῷ θ# περὶ Κωμῳδίας fr. 85 Strecker' 'παραθέμενος τὰ Φερεκράτους καὶ αὐτὸς εἶναί φησι γένος κύλικος τὴν λεπαστήν. Μόσχος δ᾽ ἐν ἐξηγήσει Ῥοδιακῶν Λέξεων κεραμεοῦν ἀγγεῖόν φησιν αὐτὸ εἶναι, ἐοικὸς ταῖς λεγομέναις πτωματίσιν, ἐκπεταλώτερον δέ. Ἀρτεμίδωρος δ᾽ Ἀριστοφάνειος ποτήριον ποιόν. Ἀπολλοφάνης δὲ Κρησί I 799 K':'
καὶ λεπαστά μ᾽ ἁδύοινος εὐφρανεῖ δι᾽ ἡμέρας.
Θεόπομπος Παμφίλῃ ib. 744':'
λεπαστὴ μάλα συχνή,
ἣν ἐκπιοῦσ᾽ ἄκρατον Ἀγαθοῦ Δαίμονος
περίστατον βοῶσα τὴν κώμην ποεῖ.
Νίκανδρος δ᾽ Θυατειρηνὸςκύλιξ, φησί, μείζων,' παρατιθέμενος Τηλεκλείδου ἐκ Πρυτάνεων I 215 K':'
καὶ μελιχρὸν οἶνον ἕλκειν
ἐξ ἡδυπνόου λεπαστῆς.
Ἕρμιππος Μοίραις ib. 236':'
ἂν ἐγὼ πάθω τι τήνδε τὴν λεπαστὴν ἐκπιών,
τῷ Διονύσῳ πάντα τἀμαυτοῦ δίδωμι χρήματα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: