previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ Ἄλεξις δ᾽ ἐν Λεβητίῳ II 343 K' 'δηλοῖ ὅτι μαγειρικὴ τέχνη ἐπιτήδευμα ἦν ἐλευθέρων: πολίτης γάρ τις οὐκ ἀγενὴς ἐν αὐτῷ δείκνυται μάγειρος. καὶ οἱ τὰ Ὀψαρτυτικὰ δὲ συγγράψαντες Ἡρακλείδης τε καὶ Γλαῦκος Λοκρὸς οὐχ ἁρμόττειν φασὶ <‘δούλοισι> τὴν μαγειρικήν, ἀλλ᾽ οὐδὲ τοῖς τυχοῦσι τῶν ἐλευθέρων.' ἐκσεμνύνει δὲ τὴν τέχνην καὶ νεώτερος Κρατῖνος ἐν τοῖς Γίγασι λέγων II 289 K':'
ἐνθυμεῖ δὲ τῆς γῆς ὡς γλυκὺ
ὄζει καπνός τ᾽ ἐξέρχετ᾽ εὐωδέστατος;
οἰκεῖ τις, ὡς ἔοικεν, <ἐν> τῷ χάσματι
λιβανωτοπώλης μάγειρος Σικελικός.
Β. παραπλησίαν ὀσμὴν λέγεις ἀμφοῖν γλυκύς;
καὶ Ἀντιφάνης δ᾽ ἐν Δυσπράτῳ ἐπαινῶν τοὺς Σικελικοὺς μαγείρους λέγει ib. 48':'
Σικελῶν δὲ τέχναις ἡδυνθεῖσαι
δαιτὸς διαθρυμματίδες.
καὶ Μένανδρος ἐν Φάσματι III 144 K':'
ἐπισημαίνεσθ᾽, ἐὰν
σκευασία καθάρειος καὶ ποικίλη.
Ποσείδιππος ἐν Ἀναβλέποντι ib. 335':'
ἐγὼ μάγειρον λαμβάνων ἀκήκοα
τὰ τῶν μαγείρων πάνθ᾽ καθ᾽ ἑκάστου κακὰ
ἀντεργολαβοῦντος ἔλεγον: μὲν ὡς οὐκ ἔχει
ῥῖνα κριτικὴν πρὸς τοὔψον, δ᾽ ὅτι <τὸ> στόμα
πονηρόν, δὲ τὴν γλῶτταν εἰς ἀσχήμονας
ἐπιθυμίας ἔνιά τε τῶν ἡδυσμάτων,
κάθαλος, κάτοξος, χναυστικός, προσκαυστικός,
καπνὸν οὐ φέρων, πῦρ οὐ φέρων. ἐκ τοῦ πυρὸς
εἰς τὰς μαχαίρας ἦλθον: ὧν εἷς οὑτοσὶ
διὰ τῶν μαχαιρῶν τοῦ πυρός τ᾽ ἐλήλυθεν.
Ἀντιφάνης δ᾽ ἐν Φιλώτιδι τὴν σοφίαν τῶν μαγείρων ἐμφανίζων φησίν II 109 K':'
οὐκοῦν τὸ μὲν γλαυκίδιον, ὥσπερ ἄλλοτε,
ἕψειν ἐν ἅλμῃ φημί. Β. τὸ δὲ λαβράκιον;
Α. ὀπτᾶν ὅλον. Β. τὸν γαλεόν; Α. ἐν ὑποτρίμματι
ζέσαι. Β. τὸ δ᾽ ἐγχέλειον; Α. ἅλες, ὀρίγανον,
ὕδωρ. Β. γόγγρος; Α. ταὐτόν. Β. βατίς; Α. χλόη.
Β. πρόσεστι θύννου τέμαχος. Α. ὀπτήσεις. Β. κρέας
ἐρίφειον; Α. ὀπτόν. Β. θάτερον; Α. τἀναντία.
Β. σπλήν; Α. σεσάχθω. Β. νῆστις; Β. ἀπολεῖ μ᾽
οὑτοσί.
ἀοιδίμων δ᾽ ὀψαρτυτῶν ὀνόματα καταλέγει Βάτων ἐν Εὐεργέταις οὕτως III 327 K':'
εὖ γ᾽, Σιβύνη, τὰς νύκτας οὐ καθεύδομεν
οὐδ᾽ ἀναγεγράμμεθ᾽, ἀλλὰ καίεται λύχνος,
καὶ βιβλίον <ἐν> ταῖς χερσί, καὶ φροντίζομεν
τί Σόφων καταλέλοιπ᾽ τί Σημωνακτίδης
Χῖος Τυνδάριχος Σικυώνιος,
Ζωπυρῖνος. Α. αὐτὸς εὕρηκας δὲ τί;
Α. τὰ μέγιστα. Β. ποῖα ταῦτα; Α. τοὺς τεθνηκότας ..

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: