previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Θεόφραστος δ᾽ ἐν τῷ περὶ Μέθης fr. 123 W' '‘τὸν ἄκρατον, φησίν, οἶνον τὸν ἐπὶ τῷ δείπνῳ διδόμενον, ὃν δὴ λέγουσιν Ἀγαθοῦ Δαίμονος εἶναι πρόποσιν, ὀλίγον τε προσφέρουσιν, ὥσπερ ἀναμιμνήσκοντες μόνον τῇ γεύσει τὴν ἰσχὺν αὐτοῦ καὶ τὴν τοῦ θεοῦ δωρεάν, καὶ μετὰ τὴν πλήρωσιν διδόασιν, ὅπως ἐλάχιστον τὸ πινόμενον: καὶ τρίτον προσκυνήσαντες λαμβάνουσιν ἀπὸ τῆς τραπέζης, [καὶ] ὥσπερ ἱκετείαν τινὰ ποιούμενοι τοῦ θεοῦ μηθὲν ἀσχημονεῖν μηδ᾽ ἔχειν ἰσχυρὰν ἐπιθυμίαν τοῦ πότου τούτου καὶ λαμβάνειν ἐξ αὐτοῦ τὰ καλὰ καὶ χρήσιμα.' Φιλόχορος δ᾽ ἐν δευτέρῳ Ἀτθίδος FHG I 387' '‘καὶ θέσμιον, φησίν, ἐτέθη τότε προσφέρεσθαι μετὰ τὰ σιτία πᾶσιν ἀκράτου μὲν ὅσον γεῦμα καὶ δεῖγμα τῆς δυνάμεως τοῦ ἀγαθοῦ θεοῦ, τὸν δὲ λοιπὸν ἤδη κεκραμένον. δι᾽ καὶ τροφοὺς τοῦ Διονύσου τὰς Νύμφας ὀνομασθῆναι.' ὅτι δὲ δοθείσης τῆς τοῦ Ἀγαθοῦ Δαίμονος κράσεως ἔθος ἦν βαστάζεσθαι τὰς τραπέζας ἔδειξεν διὰ τῆς αὑτοῦ ἀσεβείας Σικελιώτης Διονύσιος. τῷ γὰρ Ἀσκληπιῷ ἐν ταῖς Συρακούσαις ἀνακειμένης τραπέζης χρυσῆς προπιὼν αὐτῷ ἄκρατον Ἀγαθοῦ Δαίμονος ἐκέλευσεν βασταχθῆναι τὴν τράπεζαν. παρὰ δὲ τοῖς Ἐμεσηνοῖς θύοντες τῷ Ἡλίῳ, ὥς φησι Φύλαρχος ἐν τῇ ιβ# τῶν Ἱστοριῶν ib. 340',' μέλι σπένδουσιν, οἶνον οὐ φέροντες τοῖς βωμοῖς, δεῖν λέγοντες τὸν τὰ ὅλα συνέχοντα καὶ διακρατοῦντα θεὸν καὶ ἀεὶ περιπολεύοντα τὸν κόσμον ἀλλότριον εἶναι μέθης.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: