previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

χαρακτηρίζει δ᾽ οὐκ ἀρρύθμως τὸν παράσιτον ὁποῖός τίς ἐστι Τιμοκλῆς ἐν Δρακοντίῳ οὕτως II 454 K':'
ἔπειτ᾽ ἐγὼ παράσιτον ἐπιτρέψω τινὶ
κακῶς λέγειν; ἥκιστά γ᾽: οὐδὲν ἔστι γὰρ
ἐν τοῖς τοιούτοις χρησιμώτερον γένος.
εἰ δ᾽ ἐστὶ <τὸ> φιλέταιρον ἕν τι τῶν καλῶν,
ἀνὴρ παράσιτος τοῦτο ποιεῖ διὰ τέλους.
ἐρᾷς, συνεραστὴς ἀπροφάσιστος γίγνεται.
πράσσεις τι, πράξει συμπαρὼν τι ἂν δέῃ,
δίκαια ταὐτὰ τῷ τρέφοντι νενομικώς,
ἐπαινέτης θαυμαστὸς οἷος τῶν φίλων.
χαίρουσι δείπνων ἡδοναῖς ἀσυμβόλοις:
τίς δ᾽ οὐχὶ θνητῶν; τίς ἥρως θεὸς
ἀποδοκιμάζει τὴν τοιαύτην διατριβήν;
ἵνα μὴ δὲ πολλὰ μακρολογῶ δι᾽ ἡμέρας,
τεκμήριόν τι παμμέγεθες οἶμαί γ᾽ ἐρεῖν,
τῶν παρασίτων ὡς τετίμηται βίος.
γέρα γὰρ αὐτοῖς ταὐτὰ τοῖς τὠλύμπια
νικῶσι δίδοται χρηστότητος εἵνεκα,
σίτησις. οὗ γὰρ μὴ τίθενται συμβολαί,
πρυτανεῖα ταῦτα πάντα προσαγορεύεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: