previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πρὸς ταῦτα καλὸς ἡμῶν ἑστιάτωρ Λαρήνσιος καὶ αὐτὸς ἔφη: ‘ ἄνδρες κύνες οἱ .... κατὰ τὴν Στράττιδος τοῦ κωμῳδιοποιοῦ Ἰοκάστην, ἥτις ἐν ταῖς ἐπιγραφομέναις Φοινίσσαις φησίν I 724 K':'
παραινέσαι δὲ σφῷν τι βούλομαι σοφόν:
ὅταν φακῆν ἕψητε, μὴ 'πιχεῖν μύρον.
καὶ Σώπατρος δέ, οὗ τὰ νῦν μέμνησαι, ἐν Νεκυίᾳ μνημονεύει οὕτως:
Ἴθακος Ὀδυσσεύς, τοὐπὶ τῇ φακῇ μύρον,
πάρεστι: θάρσει, θυμέ.
Κλέαρχος δὲ ἀπὸ τοῦ περιπάτου ἐν τοῖς περὶ παροιμιῶν FHG II 320' 'ὡς παροιμίαν ἀναγράφει τὸ ἐπὶ τῇ φακῇ μύρον, ἧς μέμνηται καὶ ἐμὸς προπάτωρ Οὐάρρων Μενίππειος ἐπικαλούμενος p. 219 Bue':' καὶ οἱ πολλοὶ τῶν γραμματικῶν τῶν Ῥωμαικῶν οὐχ ὁμιλήσαντες πολλοῖς Ἑλληνικοῖς ποιηταῖς καὶ συγγραφεῦσιν οὐκ ἴσασιν ὅθεν εἴληφεν Οὐάρρων τὸ ἰαμβεῖον. σὺ δέ μοι δοκεῖς, Κύνουλκε ῾τούτῳ γὰρ χαίρεις τῷ ὀνόματι, οὐ λέγων ἐκ γενετῆς σε μήτηρ κέκληκἐ κατὰ τὸν σὸν Τίμωνα fr. 31 W' 'εἶναίμοι καλός τε μέγας τε,' οὐκ ἐπιστάμενος ὅτι κόγχος παρὰ προτέρῳ μνήμης τετύχηκεν Ἐπιχάρμῳ ἐν τᾷ Ἑορτᾷ καὶ Νάσοις p. 229 L' 'Ἀντιφάνει τε τῷ κωμικῷ, ὃς ὑποκοριστικώτερον αὐτὸν ὠνόμασεν ἐν Γάμῳ οὕτως II 40 K':'
κογχίον τε μικρὸν ἀλλᾶντός τε προστετμημένον.'
ἑξῆς ἁρπάσας τὸν λόγον Μάγνος μὲν πάντα ἄριστος, ἔφη, Λαρήνσιος ὀξέως καὶ καλῶς ἀπήντησε τῷ γάστριδι κυνὶ περὶ τοῦ κόγχου. ἐγὼ δὲ κατὰ τοὺς τοῦ Παφίου Σωπάτρου Γαλάτας,
παρ᾽ οἷς ἔθος ἐστίν, ἡνίκ᾽ ἂν προτέρημά τι
ἐν τοῖς πολέμοις λάβωσι, θύειν τοῖς θεοῖς
τοὺς αἰχμαλώτους, <τοὺς> Γαλάτας μιμούμενος
κἀγὼ κατακαύσειν ηὐξάμην τοῖς δαίμοσι
διαλεκτικοὺς τρεῖς τῶν παρεγγεγραμμένων.
καὶ μὴν φιλοσοφεῖν φιλολογεῖν τ᾽ ἀκηκοὼς
ὑμᾶς ἐπιμελῶς καρτερεῖν θ᾽ αἱρουμένους,
τὴν πεῖραν ὑμῖν λήψομαι τῶν δογμάτων,
πρῶτον καπνίζων: εἶτ᾽ ἐὰν ὀπτωμένων
ἴδω τιν᾽ ὑμῶν συσπάσαντα τὸ σκέλος,
Ζηνωνικῷ πραθήσεθ᾽ οὗτος κυρίῳ
ἐπ᾽ ἐξαγωγῇ, τὴν φρόνησιν ἀγνοῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: