previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περὶ δὲ τῶν ὀστρακοδέρμων τούτων Δίφιλος μὲν Σίφνιος οὕτω γράφει: ‘τῶν δ᾽ ὀστρακοδέρμων καρίς, ἀστακός, κάραβος, καρκίνος, λέων τοῦ αὐτοῦ γένους ὄντα διαφέρουσι. μείζων δ᾽ ἐστὶν λέων τοῦ ἀστακοῦ. οἱ δὲ κάραβοι καὶ γραψαῖοι λέγονται: τῶν καρκίνων δ᾽ εἰσὶν σαρκωδέστεροι. δὲ καρκίνος βαρὺς καὶ δύσπεπτος.' Μνησίθεος δ᾽ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶνκάραβοι, φησί, καὶ καρκίνοι καὶ καρῖδες καὶ τὰ ὅμοια δύσπεπτα μὲν πάντα, τῶν δ᾽ ἄλλων ἰχθύων εὐπεπτότερα πολλῷ. πρέπει δ᾽ αὐτοῖς ὀπτᾶσθαι μᾶλλον ἕψεσθαι.'

κουρίδας δὲ τὰς καρῖδας εἴρηκε Σώφρων ἐν γυναικείοις οὕτως fr. 34 Bo':' ‘ἴδε καλᾶν κουρίδων, ἴδε καμμάρων, ἴδε φίλα: θᾶσαι μὰν ὡς ἐρυθραί τ᾽ ἐντὶ καὶ λειοτριχιῶσαι.' Ἐπίχαρμος δ᾽ ἐν Γᾷ καὶ Θαλάσσᾳ p. 224 L':'

κουρίδες τε φοινίκιαι.
ἐν δὲ Λόγῳ καὶ Λογίννᾳ διὰ τοῦωεἴρηκεν ib. 244':'
ἀφύας τε κωρίδας τε καμπύλας.
Σιμωνίδης δέ fr. 15 B4':'
θύννοισι τευθίς, κωβιοῖσι κωρίδες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: