previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΩΙΑ. Ἀναξαγόρας ἐν τοῖς Φυσικοῖς cf. p. 183 Schaubach' 'τὸ καλούμενόν φησιν ὄρνιθος γάλα τὸ ἐν τοῖς ᾠοῖς εἶναι λευκόν. Ἀριστοφάνης av. 695':' ‘τίκτει πρῶτον ὑπηνέμιον ᾠὸν Νύξ.' Σαπφὼ δ᾽ αὐτὸ τρισυλλάβως καλεῖ fr. 56 B4':'
φασὶ δή ποτε Λήδαν ὤιον εὑρεῖν.
καὶ πάλιν fr. 112':'
ὠίου πολὺ λευκότερον.
ὤεα δ᾽ ἔφη Ἐπίχαρμος p. 280 L':'
ὤεα χανὸς κἀλεκτορίδων πετεηνῶν.
Σιμωνίδης ἐν δευτέρῳ ἰάμβων fr. 11 B4':'
οἷόν τε χηνὸς ὤεον Μαιανδρίου.
διὰ τεσσάρων δ᾽ αὐτὰ προενήνεκται Ἀναξανδρίδης ὠάρια εἰπών II 163 K'.' καὶ Ἔφιππος:
σταμνάριά τ᾽ οἴνου μικρὰ τοῦ Φοινικίνου,
ᾠάρια, τοιαῦθ᾽ ἕτερα πολλὰ παίγνια.
Ἄλεξις δὲ ἡμίτομά που ᾠῶν λέγει II 392 fr. 261, 10 K'.' ᾠὰ δὲ οὐ μόνον ἀνεμιαῖα ἐκάλουν, ἀλλὰ καὶ ὑπηνέμια. ‘ἐκάλουν δὲ καὶ τὰ νῦν τῶν οἰκιῶν παρ᾽ ἡμῖν καλούμενα ὑπερῷα ᾠά᾽, φησὶ Κλέαρχος ἐν Ἐρωτικοῖς FHG II 316',' τὴν Ἑλένην φάσκων ἐν τοιούτοις οἰκήμασι τρεφομένην δόξαν ἀπενέγκασθαι παρὰ πολλοῖς ὡς ἐξ ᾠοῦ εἴη γεγεννημένη. οὐκ εὖ δὲ Νεοκλῆς Κροτωνιάτης ἔφη ἀπὸ τῆς σελήνης πεσεῖν τὸ ᾠὸν ἐξ οὗ τὴν Ἑλένην γεννηθῆναι: τὰς γὰρ σεληνίτιδας γυναῖκας ᾠοτοκεῖν καὶ τοὺς ἐκεῖ γεννωμένους πεντεκαιδεκαπλασίονας ἡμῶν εἶναι, ὡς Ἡρόδωρος Ἡρακλεώτης ἱστορεῖ FHG II 35'.' Ἴβυκος δὲ ἐν πέμπτῳ μελῶν περὶ Μολιονιδῶν φησι fr. 16 B4':'
τούς τε λευκίππους κόρους
τέκνα Μολιόνας κτάνον,
ἅλικας, ἰσοκεφάλους, ἑνιγυίους,
ἀμφοτέρους γεγαῶτας ἐν ὠέῳ
ἀργυρέῳ.
Ἔφιππος II 255 fr. 8, 3 K':'
ἴτρια, τραγήματα ..., πυραμοῦς, ἄμης,
ᾠῶν ἑκατόμβη: πάντα ταῦτ᾽ ἐχναύομεν.
ᾠῶν δὲ ῥοφητῶν μνημονεύει Νικόμαχος IV 587 M':'
οὐσίδιον [γάρ] μοι καταλιπόντος τοῦ πατρός,
οὕτω συνεστρόγγυλα κἀξεκόκκισα
ἐν μησὶν ὀλίγοις ὥσπερ ᾠόν τις ῥοφῶν.
χηνείων δ᾽ ᾠῶν Ἔριφος II 430 K':'
ᾠὰ λευκά γε
καὶ μεγάλα: Β. χήνει᾽ ἐστίν, ὥς γ᾽ ἐμοὶ δοκεῖ:
οὗτος δέ φησι ταῦτα τὴν Λήδαν τεκεῖν.
Ἐπαίνετος δὲ καὶ Ἡρακλείδης Συρακούσιος ἐν Ὀψαρτυτικῷ τῶν ᾠῶν φασι πρωτεύειν τὰ τῶν ταῶν: μεθ᾽ εἶναι τὰ χηναλωπέκεια: τρίτα καταλέγοντες τὰ ὀρνίθεια.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: