previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἱ δ᾽ ἀρχαῖοι ποιηταὶ τοὺς παρασίτους κόλακας ἐκάλουν, ἀφ᾽ ὧν καὶ Εὔπολις τῷ δράματι τὴν ἐπιγραφὴν ἐποιήσατο, τὸν χορὸν τῶν Κολάκων ποιήσας τάδε λέγοντα I 301 K':'
ἀλλὰ δίαιταν ἣν ἔχουσ᾽ οἱ κόλακες πρὸς ὑμᾶς
λέξομεν: ἀλλ᾽ ἀκούσαθ᾽, ὡς ἐσμὲν ἅπαντα κομψοὶ
ἄνδρες: ὅτοισι πρῶτα μὲν παῖς ἀκόλουθός ἐστιν
ἀλλότριος τὰ πολλά, μικρὸν δέ τι κἀμὸς αὐτοῦ.
ἱματίω δέ μοι δύ᾽ ἐστὸν χαρίεντε τούτω,
οἷν μεταλαμβάνων ἀεὶ θάτερον ἐξελαύνω
εἰς ἀγοράν. ἐκεῖ δ᾽ ἐπειδὰν κατίδω τιν᾽ ἄνδρα
ἠλίθιον, πλουτοῦντα δ᾽, εὐθὺς περὶ τοῦτον εἰμί.
κἄν τι τύχῃ λέγων πλούταξ, πάνυ τοῦτ᾽ ἐπαινῶ
καὶ καταπλήττομαι δοκῶν τοῖσι λόγοισι χαίρειν.
εἶτ᾽ ἐπὶ δεῖπνον ἐρχόμεσθ᾽ ἄλλυδις ἄλλος ἡμῶν
μᾶζαν ἐπ᾽ ἀλλόφυλον, οὗ δεῖ χαρίεντα πολλὰ
τὸν κόλακ᾽ εὐθέως λέγειν 'κφέρεται θύραζε.
οἶδα δ᾽ Ἀκέστορ᾽ αὐτὸ τὸν στιγματίαν παθόντα:
σκῶμμα γὰρ εἶπ᾽ ἀσελγές, εἶτ᾽ αὐτὸν παῖς θύραζε
ἐξαγαγὼν ἔχοντα κλοιὸν παρέδωκεν Οἰνεῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: