previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐδένα δὲ ὑμῶν ἀγνοεῖν οἴομαι, ἄνδρες φίλοι, ὅτι καὶ οἱ μέγιστοι πόλεμοι διὰ γυναῖκας ἐγένοντο. Ἰλιακὸς δι᾽ Ἑλένην, λοιμὸς διὰ Χρυσηίδα, Ἀχιλλέως μῆνις διὰ Βρισηίδα, καὶ ἱερὸς δὲ καλούμενος πόλεμος δι᾽ ἑτέραν γαμετήν, φησὶν Δοῦρις ἐν δευτέρᾳ Ἰστοριῶν FHG II 469',' Θηβαίαν γένος, ὄνομα Θεανώ, ἁρπασθεῖσαν ὑπὸ Φωκέως τινός. δεκαετὴς δὲ καὶ οὗτος γενόμενος τῷ δεκάτῳ ἔτι Φιλίππου συμμαχήσαντος πέρας ἔσχεν: τότε γὰρ εἷλον οἱ Θηβαῖοι τὴν Φωκίδα. καὶ Κρισαικὸς δὲ πόλεμος ὀνομαζόμενος, ὥς φησι Καλλισθένης ἐν τῷ περὶ τοῦ Ἱεροῦ Πολέμου fr. 18 M',' ὅτε Κιρραῖοι πρὸς Φωκεῖς ἐπολέμησαν, δεκαέτης ἦν, ἁρπασάντων Κιρραίων τὴν Πελάγοντος τοῦ Φωκέως θυγατέρα Μεγιστὼ καὶ τὰς Ἀργείων θυγατέρας ἐπανιούσας ἐκ τοῦ Πυθικοῦ ἱεροῦ. δεκάτῳ δὲ ἔτει ἑάλω καὶ Κίρρα. ἀνετράπησαν δὲ καὶ ὅλοι οἶκοι διὰ γυναῖκας: Φιλίππου τοῦ Ἀλεξάνδρου πατρὸς διὰ τὸν Κλεοπάτρας γάμον, Ἡρακλέους διὰ τὴν Ἰόλης ἐπιγαμίαν τῆς Εὐρύτου θυγατρός, Θησέως διὰ τὴν Φαίδρας τῆς Μίνωος, Ἀθάμαντος διὰ τὸν Θεμιστοῦς τῆς Ὑψέως, Ἰάσονος διὰ τὸν Γλαύκης τῆς Κρέοντος, Ἀγαμέμνονος διὰ Κασσάνδραν. καὶ ἐπ᾽ Αἴγυπτον δὲ Καμβύσου στρατεία, ὥς φησι Κτησίας fr. 37 M',' διὰ γυναῖκα ἐγένετο. γὰρ Καμβύσης πυνθανόμενος τὰς Αἰγυπτίας γυναῖκας ἐν ταῖς συνουσίαις διαφέρειν τῶν ἄλλων ἔπεμψεν πρὸς Ἄμασιν τὸν Αἰγυπτίων βασιλέα, μίαν αἰτῶν πρὸς γάμον τῶν θυγατέρων. δὲ τῶν μὲν ἑαυτοῦ οὐκ ἔδωκεν, ὑπονοήσας μὴ γυναικὸς ἕξειν αὐτὴν τιμὴν ἀλλὰ παλλακίδος: ἔπεμψε δὲ τὴν Ἀπρίου θυγατέρα Νειτῆτιν. δὲ Ἀπρίας ἐκπεπτώκει τῆς Αἰγυπτίων βασιλείας διὰ τὴν γενομένην ἧτταν πρὸς Κυρηναίους καὶ ἀνῄρητο ὑπὸ Ἀμάσιδος. ἡσθεὶς οὖν Καμβύσης τῇ Νειτήτιδι καὶ σφόδρα ἐρεθισθεὶς ἐκμανθάνει παρ᾽ αὐτῆς τὰ πάντα καὶ δεηθείσης ἐκδικῆσαι τοῦ Ἀπρίου τὸν φόνον πείθει πολεμῆσαι Αἰγυπτίοις. Δίνων δ᾽ ἐν τοῖς Περσικοῖς FHG II 91' 'καὶ Λυκέας Ναυκρατίτης ἐν τρίτῃ Αἰγυπτιακῶν ib. IV 441' 'τὴν Νειτῆτιν Κύρῳ πεμφθῆναί φασιν ὑπὸ Ἀμάσιδος: ἐξ ἧς γεννηθῆναι τὸν Καμβύσην, ὃν ἐκδικοῦντα τῇ μητρὶ ἐπ᾽ Αἴγυπτον ποιήσασθαι στρατείαν. Δοῦρις δ᾽ Σάμιος FHG II 475' 'καὶ πρῶτον γενέσθαι πόλεμόν φησι δύο γυναικῶν <τὸν> Ὀλυμπιάδος καὶ Εὐρυδίκης: ἐν τὴν μὲν βακχικώτερον μετὰ τυμπάνων προελθεῖν, τὴν δ᾽ Εὐρυδίκην Μακεδονικῶς καθωπλισμένην, ἀσκηθεῖσαν τὰ πολεμικὰ παρὰ Κύννῃ τῇ Ἰλλυρίδι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: