θερμότερον ἢ κραυρότερον ἢ μέσως ἔχον,Ἄλεξις ἐμφανίζων τὴν τῶν βολβῶν πρὸς τὰ ἀφροδίσια δύναμίν φησι ῾II 399 K':'
τοῦτ᾽ ἔσθ᾽ ἑκάστῳ μεῖζον ἢ Τροίαν ἑλεῖν.
κἀγὼ γὰρ οὐ καυλοῖσιν οὐδὲ σιλφίῳ
οὐδ᾽ ἱεροσύλοις καὶ πικραῖς παροψίσι
βολβοῖς τ᾽ ἐμαυτὸν χορτάσων ἐλήλυθα.
ἃ δ᾽ εἴς τ᾽ ἐδωδὴν πρῶτα καὶ ῥώμης ἀκμὴν
καὶ πρὸς ὑγίειαν, πάντα ταῦτ᾽ ἐδαινύμην,
κρέας βόειον ἑφθὸν ἀσόλοικον μέγα,
ἀκροκώλιόν τε γεννικόν, ὀπτὰ δέλφακος
ἁλίπαστα τρία.
πίννας, κάραβον,Ξέναρχος <ἐν Βουκολίωνι> ῾II 467 K':'
βολβούς, κοχλίας, κήρυκας, ᾤ᾽, ἀκροκώλια,
τοσαῦτα: τούτων ἄν τις εὕρῃ φάρμακα
ἐρῶν ἑταίρας ἕτερα χρησιμώτερα ....
φθίνει δόμοςἈρχέστρατος ῾fr. 5 Ri':'
ἀσυντάτοισι δεσποτῶν κεχρημένος
τύχαις, ἀλάστωρ τ᾽ εἰσπέπαικε Πελοπιδῶν.
ἄστυτος οἶκος κοὐδὲ βυσαύχην θεᾶς
Δηοῦς σύνοικος, γηγενὴς βολβός, φίλοις
ἑφθὸς βοηθῶν δυνατός ἐστ᾽ ἐπαρκέσαι:
μάτην δὲ πόντου κυανέαις δίναις τραφεὶς
φλεβὸς τροπωτὴρ πουλύπους, ἁλοὺς βρόχων
πλεκταῖς ἀνάγκαις, τῆς τροχηλάτου κόρης
πίμπλησι λοπάδος στερροσώματον κύτος.
βολβῶν καὶ καυλῶν χαίρειν λέγω ὀξυβάφοισι
ταῖς τ᾽ ἄλλαις πάσῃσι παροψίσι.