previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ μετὰ ταῦτα ἀποβλέψας εἰς αὐτὸν ἔφη: ‘ἀλλ᾽ ἐπειδή μοι ὀργίζῃ, ἔρχομαί σοι λέξων τὸν συρβηνέων χορὸν ὅστις ἐστί.' καὶ Οὐλπιανὸςοἴει γάρ, ἔφη, κάθαρμα, θυμοῦσθαί με ἐφ᾽ οἷς εἴρηκας κἀπ᾽ ὀλίγον σου πεφροντικέναι, “κύον ἀδδεέςIl. 22.481 ; ἀλλ᾽ ἐπεὶ διδάσκειν μέ τι ἐπαγγέλλῃ, σπονδάς σοι ποιοῦμαι οὐ τριακοντούτιδας ἀλλ᾽ ἑκατοντούτιδας. σὺ δὲ μόνον δίδασκε τίς συρβηνέων χορός.' <καὶ ὅς:> ‘Κλέαρχος, λῷστε, ἐν δευτέρῳ περὶ Παιδείας οὑτωσί φησιν FHG II 313':' ‘λείπεταί τις συρβηνέων χορός, ὧν ἕκαστος τὸ δοκοῦν ἑαυτῷ κατᾳσαι δεῖ, προσέχων οὐδὲν τῷ προκαθημένῳ καὶ διδάσκοντι τὸν χορόν, ἀλλ᾽ αὐτὸς πολὺ τούτων ἀτακτότερός ἐστιν θεατής.' καὶ κατὰ τὸν παρῳδὸν Μάτρωνα fr. 6 Brandt':'
οἳ μὲν γὰρ δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι Il. 11.825','
Εὔβοιός τε καὶ Ἑρμογένης δῖοί τε Φίλιπποι Il. 10.429','
οἳ μὲν δὴ τεθνᾶσι καὶ εἰν Ἀίδαο δόμοισιν Il. 23.52':'
ἔστι δέ τις Κλεόνικος, ὃν ἀθάνατον λάχε γῆρας,
οὔτε ποιητάων ἀδαήμων οὔτε θεάτρων Od. 17.283','
καὶ τεθνειῶτι λαλεῖν πόρε Φερσεφόνεια Od. 10.490'.'
σὺ δὲ καὶ ζῶν, καλὲ Οὐλπιανέ, πάντα μὲν ζητεῖς, λέγεις δὲ οὐδὲ ἕν. καὶ ὃςτίς ἡδέως, ἔφη, τῶν ἐπῶν ....... καλέ μου ἑταῖρε, ἕως ἔτι ἐμμένομεν ταῖς σπονδαῖς.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: