ὑγιείας μέροςκαὶ ὁ ἀνδρειότατος δέ, προσέτι δὲ καὶ πολεμικὸς ποιητὴς Ἀλκαῖος ἔφη ῾fr. 36 B':'
μέγιστον ὀσμὰς ἐγκεφάλῳ χρηστὰς ποιεῖν.
κὰδ δὲ χευάτω μύρον ἁδὺ καττῶκαὶ ὁ σοφὸς δὲ Ἀνακρέων λέγει που ῾fr. 9':'
στήθεος ἄμμι.
τί μὴν πέτεαιτὰ στήθη παρακελευόμενος μυροῦν, ἐν οἷς ἐστιν ἡ καρδία, ὡς καὶ ταύτης δηλονότι παρηγορουμένης τοῖς εὐώδεσι. τοῦτο δ᾽ ἔπρασσον οὐ μόνον τῆς εὐωδίας ἀπὸ τοῦ στήθους κατὰ φύσιν ἀναφερομένης ἐπὶ τὴν ὄσφρηριν, ἀλλὰ καὶ διὰ τὸ νομίζειν ἐν τῇ καρδίᾳ τὴν ψυχὴν καθιδρῦσθαι, ὡς Πραξαγόρας καὶ Φυλότιμος οἱ ἰατροὶ παραδεδώκασιν. καὶ Ὅμηρος δέ φησιν:
συρίγγων κοιλώτερα
στήθεα χρισάμενος μύρῳ;
καί:στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ.
καί:κραδίη δέ οἱ ἔνδον ὑλάκτει.
ὃ δὴ καὶ σημεῖον φέρουσι τοῦ τὸ κυριώτερον τῆς ψυχῆς ἐνταῦθα κεῖσθαι: κατὰ γὰρ τὰς ἐν τοῖς φόβοις γινομένας ἀγωνίας πάλλεσθαι τὴν καρδίαν ἐπιδηλότατα συμβαίνει. καὶ ὁ Ἀγαμέμνων δέ φησιν ὁ Ὁμηρικός :Ἕκτορι δ᾽ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσε.
καὶ ὁ Σοφοκλῆς δὲ τὰς ἀπολελυμένας τοῦ φόβου πεποίηκε λεγούσας ῾fr. 699 N':'αἰνῶς γὰρ Δαναῶν πέρι δείδια, οὐδέ μοι ἦτορ
ἔμπεδον, ἀλλ᾽ ἀλαλύκτημαι: κραδίη δέ μοι ἔξω
στηθέων ἐκθρώσκει, τρομέει δ᾽ ὕπο φαίδιμα γυῖα.
θυμῷ δ᾽ οὔ τις φαιδρὰ χορεύειἈναξανδρίδης δὲ τὸν ἀγωνιῶντα παράγει λέγοντα ῾II 160 K':'
τάρβους θυγάτηρ.
ὦ πονηρὰ καρδία,Πλάτων δέ φησι ῾Tim. p. 70c' 'τὸν τῶν ὅλων δημιουργὸν καὶ τὴν τοῦ πλευμόνος αὐτῇ φύσιν περιθεῖναι, πρῶτον μὲν μαλακὴν καὶ ἄναιμον, εἶτα σήραγγας ἔχουσαν οἷον σπόγγου κατατετρημένας, ἵν᾽ ἐν τῇ τῶν δεινῶν προσδοκίᾳ πολλάκις ἁλλομένη τὸν παλμὸν εἰς ὑπεῖκον καὶ μαλακὸν ποιῆται. ἀλλὰ μὴν καὶ τοὺς στεφάνους τοὺς περικειμένους τῷ στήθει ὑποθυμιάδας οἱ ποιηταὶ κεκλήκασιν ἀπὸ τῆς τῶν ἀνθῶν ἀναθυμιάσεως, οὐκ ἀπὸ τοῦ τὴν ψυχὴν θυμὸν καλεῖσθαι, ὥς τινες ἀξιοῦσιν.
ἐπιχαιρέκακον ὡς εἶ μόνον τοῦ σώματος:
ὀρχῇ γὰρ εὐθύς, ἄν <μ᾽> ἴδῃς δεδοικότα.