γόγγρου μὲν γὰρ ἔχεις κεφαλήν, φίλος, ἐν Σικυῶνιἑξῆς τε περὶ τῶν κατ᾽ Ἰταλίαν τόπων διεξιὼν πάλιν ὁ καλὸς οὗτος περιηγητής φησιν ῾fr. 17 R':'
πίονος, ἰσχυροῦ, μεγάλου καὶ πάντα τὰ κοῖλα:
εἶτα χρόνον πολὺν ἕψε χλόῃ περίπαστον ἐν ἅλμῃ:
καὶ γόγγρος σπουδαῖος ἁλίσκεται, ὥστε τοσοῦτονἌλεξις ἐν Ἑπτὰ ἐπὶ Θήβαις ῾II 323 K':'
τῶν ἄλλων πάντων ὄψων κρατεῖ οὗτος ὅσον περ
θύννος ὁ πιότατος τῶν φαυλοτάτων κορακίνων.
γόγγρου δ᾽ ὁμοῦ σωρευτὰ πιμελῆς μέληἈρχέδικος δ᾽ ἐν Θησαυρῷ παράγει τινὰ μάγειρον λέγοντα, περὶ ὧν ὠψώνηκεν αὐτός ῾IV 436 M':'
ὑπεργέμοντα.
δραχμῶν τριῶν γλαυκίσκον ..........
γόγγρου κεφαλὴν καὶ τὰ πρῶτα τεμάχια
δραχμῶν πάλιν πέντ᾽: ὦ ταλαιπώρου βίου.
δραχμῆς τραχήλους: ἀλλὰ νὴ τὸν ἥλιον,
κἀμοὶ τράχηλον ἕτερον εἴ ποθεν λαβεῖν
ἦν καὶ πρίασθαι δυνατόν, ὃν ἔχω τοῦτον ἂν
πρὶν εἰσενεγκεῖν ταῦτα δεῦρ᾽ ἀπηγξάμην:
οὐθεὶς δεδιακόνηκεν ἐπιπονώτερον.
ἅμα μὲν πρίασθαι πολλὰ καὶ πολλοῦ σφόδρα,
ἅμα δ᾽ εἴ τι χρηστὸν ἀγοράσαιμ᾽, ἀπωλλύμην.
‘κατέδοντ᾽ ἐκεῖνοι᾽, τοῦτο πρὸς ἐμαυτὸν λέγω,
‘διαπυτιοῦσ᾽ οἶνον δὲ τοιοῦτον χαμαί.'
οἴμοι.