previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Μοσχίωνος δέ τινος παρασίτου μνημονεύων Ἄλεξις ἐν Τροφωνίῳ παραμασήτην αὐτὸν ἐν τούτοις καλεῖ II 383 K':'
εἶθ᾽ Μοσχίων
παραμασήτης ἐν βροτοῖς αὐδώμενος.
ἐν δὲ τῷ Παγκρατιαστῇ Ἄλεξις τρεχεδείπνους καταλέγων φησίν II 359 K':'
πρῶτον μὲν ἦν σοι Καλλιμέδων Κάραβος,
ἔπειτα Κόρυδος, Κωβίων, Κυρηβίων,
Σκόμβρος, Σεμίδαλις. Β. Ἡράκλεις φίλε,
ἀγοράσματ᾽, οὐ συμπόσιον εἴρηκας, γύναι.
Κυρηβίων δ᾽ ἐπεκαλεῖτο Ἐπικράτης Αἰσχίνου τοῦ ῥήτορος κηδεστής, ὥς φησι Δημοσθένης ἐν τῷ περὶ τῆς παραπρεσβείας %14 287'.' τῶν δὲ τοιούτων ἐπιθέτων ἐπὶ χλεύῃ Ἀθηναῖοι παίζοντες ἔλεγον μνημονεύει Ἀναξανδρίδης ἐν Ὀδυσσεῖ οὕτως II 148 K':'
ὑμεῖς γὰρ ἀλλήλους ἀεὶ χλευάζετ᾽, οἶδ᾽ ἀκριβῶς.
ἂν μὲν γὰρ τις εὐπρεπής, ἱερὸν γάμον καλεῖτε.
ἐὰν δὲ μικρὸν παντελῶς ἀνθρώπιον, σταλαγμόν:
λαμπρός τις ἐξελήλυθ᾽ .... ὄλολυς οὗτός ἐστι:
λιπαρὸς περιπατεῖ Δημοκλῆς, ζωμὸς κατωνόμασται:
χαίρει τις αὐχμῶν ῥυπῶν, κονιορτὸς ἀναπέφηνεν:
ὄπισθεν ἀκολουθεῖ κόλαξ τῳ, λέμβος ἐπικέκληται:
τὰ πόλλ᾽ ἄδειπνος περιπατεῖ, κεστρῖνός ἐστι νῆστις:
εἰς τοὺς καλοὺς δ᾽ ἄν τις βλέπῃ, καπνὸς θεατροποιός:
ὑφείλετ᾽ ἄρνα ποιμένος παίζων, Ἀτρεὺς ἐκλήθη:
ἐὰν δὲ κριόν, Φρίξος, ἂν δὲ κωδάριον, Ἰάσων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: