previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πλάτων δ᾽ ἐν τῷ Συμποσίῳ περὶ τῶν αὐτῶν λέγει οὕτως p. 174 b':' ‘ἵνα καὶ τὴν παροιμίαν ῾φησἴ διαφθείρωμεν μεταβάλλοντες, ὡς ἄρα καὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν αὐτόματοι ἀγαθοί. Ὅμηρος μὲν γὰρ κινδυνεύει οὐ μόνον διαφθεῖραι, ἀλλὰ καὶ ὑβρίσαι εἰς αὐτήν: ποιήσας γὰρ τὸν Ἀγαμέμνονα ἀγαθὸν τὰ πολεμικά, τὸν Μενέλαον δὲ μαλθακὸν αἰχμητήν, θυσίαν ποιουμένου τοῦ Ἀγαμέμνονος ἄκλητον ἐποίησεν ἐλθόντα τὸν χείρονα ἐπὶ τὴν τοῦ ἀμείνονος δίαιταν.' Βακχυλίδης δὲ περὶ τοῦ Ἡρακλέους λέγων ὡς ἦλθεν ἐπὶ τὸν τοῦ Κήυκος οἶκόν φησιν fr. 33 B':'
ἔστη δ᾽ ἐπὶ λάινον οὐδόν, τοὶ δὲ θοίνας ἔντυον,
ὧδέ τ᾽ ἔφα:
αὐτόματοι δ᾽ ἀγαθῶν δαῖτας εὐόχθους ἐπέρχονται
δίκαιοι
φῶτες.
αἱ δὲ παροιμίαι μέν φησιν:
αὐτόματοι δ᾽ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν,
δέ:
αὐτόματοι ἀγαθοὶ δειλῶν ἐπὶ δαῖτας ἴασιν.
οὐ δεόντως γοῦν Πλάτων τὸν Μενέλεων ἐνόμισεν εἶναι δειλόν, ὃν ἀρηίφιλον Ὅμηρος λέγει καὶ μόνον ὑπὲρ Πατρόκλου ἀριστεύσαντα Il. 17.1' 'καὶ τῷ Ἕκτορι πρὸ πάντων πρόθυμον μονομαχεῖν Il. 7.94',' καίπερ ὄντα τῇ ῥώμῃ καταδεέστερον, ἐφ᾽ οὗ μόνου τῶν στρατευσαμένων εἴρηκεν:

ἐν δ᾽ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθώς.

εἰ δὲ ἐχθρὸς βλασφημῶν αὐτὸν εἴρηκε μαλθακὸν αἰχμητὴν Il. 17.588' 'καὶ διὰ τοῦτο Πλάτων τῷ ὄντι μαλθακὸν αὐτὸν ὑπολαμβάνει, οὐκ ἂν φθάνοι καὶ τὸν Ἀγαμέμνονα τιθεὶς ἐν τοῖς φαύλοις, ὃν αὐτός φησιν εἶναι ἀγαθόν, εἴπερ εἰς αὐτὸν εἴρηται τοῦτο τὸ ἔπος:

οἰνοβαρές, κυνὸς ὄμματ᾽ ἔχων, κραδίην δ᾽ ἐλάφοιο.

οὐ γὰρ εἴ τι λέγεται παρ᾽ Ὁμήρῳ, τοῦθ᾽ Ὅμηρος λέγει. πῶς γὰρ ἂν εἴη μαλθακὸς Μενέλαος τὸν Ἕκτορα μόνος ἀπείρξας τοῦ Πατρόκλου καὶ Εὔφορβον ἀποκτείνας τε καὶ σκυλεύσας ἐν μέσοις τοῖς Τρωσί. τὸ δὲ μηδὲ τὸν στίχον ὃν ᾐτιᾶτο τελείως κατανοῆσαι ἄτοπον, δι᾽ οὗ βοὴν ἀγαθὸς Μενέλαος λέγεται. τοῖς γὰρ ἀνδρειοτάτοις Ὅμηρος εἴωθεν ἐπιφωνεῖν, καλούντων τῶν παλαιῶν τὸν πόλεμον βοήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (5 total)
  • Cross-references from this page (5):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: