previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περὶ δὲ τῶν ΚΑΡΙΔΩΝ, ὅτι καὶ πόλις ἦν Καρίδες περὶ Χίον τὴν νῆσον Ἔφορος ἐν τῇ γ# ἱστορεῖ FHG I 242',' κτίσαι φάσκων αὐτὴν τοὺς διασωθέντας ἐκ τοῦ ἐπὶ Δευκαλίωνος γενομένου κατακλυσμοῦ μετὰ Μάκαρος, καὶ μέχρι νῦν τὸν τόπον καλεῖσθαι Καρίδας. δὲ ὀψοδαίδαλος Ἀρχέστρατος παραινεῖ τάδε fr. 24 Ri':'
ἢν δέ ποτ᾽ εἰς Ἴασον Καρῶν πόλιν εἰσαφίκηαι,
καρῖδ᾽ εὐμεγέθη λήψῃ: σπανία δὲ πρίασθαι:
ἐν δὲ Μακηδονίᾳ τε καὶ Ἀμβρακίᾳ μάλα πολλαί.
ἐκτεταμένως δ᾽ εἴρηκε καρῖδα Ἀραρὼς μὲν ἐν Καμπυλίωνι II 217 K':'
αἵ τε καμπύλαι
καρῖδες ἐξήλλοντο δελφίνων δίκην
εἰς σχοινόπλεκτον ἄγγος.
καὶ Εὔβουλος ἐν Ὀρθάννῃ II 192 K':'
καρῖδα καθηκατω κἀνέσπασ᾽ αὖθις.
Ἀναξανδρίδης Λυκούργῳ II 144 K':'
καὶ συμπαίζει καριδαρίοις
μετὰ περκιδίων καὶ θρᾳττιδίων
καὶ ψητταρίοις μετὰ κωθαρίων
καὶ σκινδαρίοις μετὰ κωβιδίων.
δ᾽ αὐτὸς κἀν Πανδάρῳ φησίν ib. 149':'
οὐκ ἐπικεκυφὼς ὀρθός, βέλτιστ᾽, ἔσῃ:
αὕτη δὲ καριδοι τὸ σῶμα καμπύλη,
ἄγκυρά τ᾽ ἐστὶν ἄντικρυς τοῦ σώματος.
ἐν δὲ Κερκίῳ ib. 143':'
ἐρυθρότερον καρῖδος ὀπτῆς σ᾽ ἀποφανῶ.
Εὔβουλος Τιτθαῖς II 204 K' '
καρῖδάς τε τῶν
κυφῶν.
καὶ Ὠφελίων Καλλαίσχρῳ ib. 294':'
κυρταὶ δ᾽ ὁμοῦ καρῖδες ἐν ξηρῷ πέδω.
καὶ ἐν Ἰαλέμῳ ib. 293':'
ὠρχοῦντο δ᾽ ὡς καρῖδες ἀνθράκων ἔπι
πηδῶσι κυρταί.
συνεσταλμένως δ᾽ εἴρηκεν Εὔπολις ἐν Αἰξὶν οὕτως I 259 K':'
πλὴν
ἅπαξ ποτ᾽ ἐν Φαίακος ἔφαγον καρίδας.
καὶ ἐν Δήμοις ib. 286':'
ἔχων τὸ πρόσωπον καρίδος μασθλητίνης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: