previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπαινῶ δ᾽ ἐγώ, ἄνδρες φίλοι, τὸ γενόμενον παρ᾽ Ἀλεξάνδρῳ τῷ βασιλεῖ τῆς Συρίας συμπόσιον. δ᾽ Ἀλέξανδρος οὗτος ὢν Ἀντιόχου τοῦ Ἐπιφανοῦς υἱὸς ὑποβληθείς, διὸ εἶχον μῖσος πάντες ἄνθρωποι εἰς Δημήτριον: περὶ οὗ ἱστόρησεν ἑταῖρος ἡμῶν Ἀθήναιος ἐν τοῖς περὶ τῶν ἐν Συρίᾳ βασιλευσάντων FHG III 657'.' τὸ οὖν συμπόσιον τοῦτο τοιόνδε τι ἐγένετο. Διογένης Ἐπικούρειος, ἕξιν ἔχων ἱκανὴν ἐν οἷς μετεχειρίζετο λόγοις, τὸ μὲν γένος ἦν ἐκ Σελευκείας τῆς ἐν Βαβυλωνίᾳ, ἀποδοχῆς δ᾽ ἐτύγχανε παρὰ τῷ βασιλεῖ καίτοι τοῖς ἀπὸ τῆς στοᾶς λόγοις χαίροντι. ἐπολυώρει οὖν αὐτὸν Ἀλέξανδρος καίπερ ὄντα τῷ βίῳ φαῦλον, ἔτι δὲ βλάσφημον καὶ βάσκανον ἕνεκά τε τοῦ γελοίου μηδὲ τῶν βασιλέων ἀπεχόμενον: καὶ αἰτησαμένῳ αὐτῷ φιλοσοφίας ἀλλοτρίαν αἴτησιν, ὅπως πορφυροῦν τε χιτωνίσκον φορήσει καὶ χρυσοῦν στέφανον ἔχοντα πρόσωπον Ἀρετῆς κατὰ μέσον, ἧς ἱερεὺς ἠξίου προσαγορεύεσθαι, συνεχώρησε καὶ τὸν στέφανον προσχαρισάμενος. ἅπερ Διογένης ἐρασθείς τινος λυσιῳδοῦ γυναικὸς ἐχαρίσατο αὐτῇ. ἀκούσας δ᾽ Ἀλέξανδρος καὶ συνάγων φιλοσόφων καὶ ἐπισήμων ἀνδρῶν συμπόσιον ἐκάλεσε καὶ τὸν Διογένη: καὶ παραγενόμενον ἠξίου κατακλίνεσθαι ἔχοντα τὸν στέφανον καὶ τὴν ἐσθῆτα. ἄκαιρον δ᾽ εἶναι εἰπόντος νεύσας εἰσαγαγεῖν ἐκέλευσε τὰ ἀκούσματα, ἐν οἷς καὶ λυσιῳδὸς εἰσῆλθεν ἐστεφανωμένη τὸν τῆς Ἀρετῆς στέφανον, ἐνδῦσα καὶ τὴν πορφυρᾶν ἐσθῆτα. γέλωτος οὖν πολλοῦ καταραγέντος ἔμενεν φιλόσοφος καὶ τὴν λυσιῳδὸν ἐπαινῶν οὐκ ἐπαύσατο. τοῦτον τὸν Διογένη μεταλαβὼν τὴν βασιλείαν Ἀντίοχος, οὐκ ἐνέγκας αὐτοῦ τὴν κακολογίαν, ἀποσφαγῆναι ἐκέλευσεν. δ᾽ Ἀλέξανδρος προσηνὴς ἦν πᾶσι καὶ φιλόλογος ἐν ταῖς ὁμιλίαις καὶ οὐχ ὅμοιος Ἀθηνίωνι τῷ περιπατητικῷ φιλοσόφῳ, τῷ καὶ διατριβῆς προστάντι φιλοσόφου Ἀθήνησί τε καὶ ἐν Μεσσήνῃ, ἔτι δὲ καὶ ἐν Λαρίσῃ τῆς Θετταλίας, καὶ μετὰ ταῦτα τῆς Ἀθηναίων πόλεως τυραννήσαντι. περὶ οὗ καθ᾽ ἕκαστα ἱστορεῖ Ποσειδώνιος Ἀπαμεύς, ἅπερ εἰ καὶ μακρότερά ἐστιν ἐκθήσομαι, ἵν᾽ ἐπιμελῶς πάντας ἐξετάζωμεν τοὺς φάσκοντας εἶναι φιλοσόφους καὶ μὴ τοῖς τριβωνίοις καὶ τοῖς ἀκάρτοις πώγωσι πιστεύωμεν. κατὰ γὰρ τὸν Ἀγάθωνα fr. 12 N' '
εἰς μὲν φράσω τἀληθές, οὐχί σ᾽ εὐφρανῶ:
εἰ δ᾽ εὐφρανῶ τί σ᾽, οὐχὶ τἀληθὲς φράσω.
ἀλλὰ φίλη <γάρ>, φασίν, ἀλήθεια, ἐκθήσομαι τὰ περὶ τὸν ἄνδρα ὡς ἐγένετο FHG III 266'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: