previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸ δὲ σκύφος ὠνομάσθη ἀπὸ τῆς σκαφίδος. καὶ τοῦτο δ᾽ ἐστὶν ὁμοίως ἀγγεῖον ξύλινον στρογγύλον γάλα καὶ ὀρὸν δεχόμενον, ὡς καὶ παρ᾽ Ὁμήρῳ λέγεται:

ναῖον δ᾽ ὀρῷ ἄγγεα πάντα
γαυλοί τε σκαφίδες τε τετυγμένα, τοῖς ἐνάμελγεν.

εἰ μὴ σκύφος οἷον σκύθος τις διὰ τὸ τοὺς Σκύθας περαιτέρω τοῦ δέοντος μεθύσκεσθαι. Ἱερώνυμος δ᾽ Ῥόδιος ἐν τῷ περὶ Μέθης fr. 2 Hi' 'καὶ τὸ μεθύσαι σκυθίσαι φησί: συγγενὲς γὰρ εἶναι τὸφτῷθ〉. ὕστερον δὲ κατὰ μίμησιν εἰργάσαντο κεραμέους τε καὶ ἀργυροῦς σκύφους. ὧν πρῶτοι μὲν ἐγένοντο καὶ κλέος ἔλαβον οἱ Βοιώτιοι λεγόμενοι, χρησαμένου κατὰ τὰς στρατείας πρώτου Ἡρακλέους τῷ γένει: διὸ καὶ Ἡρακλεωτικοὶ πρός τινων καλοῦνται. ἔχουσι μέντοι πρὸς τοὺς ἄλλους διαφοράν: ἔπεστι γὰρ ἐπὶ τῶν ὤτων αὐτοῖς λεγόμενος Ἡράκλειος δεσμός. μνημονεύει δὲ τῶν Βοιωτίων σκύφων Βακχυλίδης ἐν τούτοις ποιούμενος τὸν λόγον πρὸς τοὺς Διοσκόρους, καλῶν αὐτοὺς ἐπὶ ξένια fr. 28 B4':'
οὐ βοῶν πάρεστι σώματ᾽ οὔτε χρυσὸς οὔτε πορφύρεοι τάπητες, ἀλλὰ θυμὸς εὐμενὴς
Μοῦσά τε γλυκεῖα καὶ Βοιωτίοισιν ἐν σκύφοισιν
οἶνος ἡδύς.
διήνεγκαν δὲ μετὰ τοὺς Βοιωτίους οἱ Ῥοδιακοὶ λεγόμενοι Δαμοκράτους δημιουργήσαντος. τρίτοι δ᾽ εἰσὶν οἱ Συρακόσιοι. καλεῖται δ᾽ σκύφος ὑπὸ Ἠπειρωτῶν, ὥς φησι Σέλευκος, λυρτός, ὑπὸ δὲ Μηθυμναίων, ὡς Παρμένων φησὶν ἐν τῷ περὶ Διαλέκτου, σκύθος. ἐκαλεῖτο δὲ καὶ Δερκυλλίδας Λακεδαιμόνιος Σκύφος, ὥς φησιν Ἔφορος ἐν τῇ ὀκτωκαιδεκάτῃ λέγων οὕτως FHG I 271':' ‘Λακεδαιμόνιοι ἀντὶ Θίμβρωνος Δερκυλλίδαν ἔπεμψαν εἰς τὴν Ἀσίαν, ἀκούοντες ὅτι πάντα πράττειν εἰώθασιν οἱ περὶ τὴν Ἀσίαν βάρβαροι μετὰ ἀπάτης καὶ δόλου. διόπερ Δερκυλλίδαν ἔπεμψαν ἥκιστα νομίζοντες ἐξαπατηθήσεσθαι: ἦν γὰρ οὐδὲν ἐν τῷ τρόπῳ Λακωνικὸν οὐδ᾽ ἁπλοῦν ἔχων, ἀλλὰ πολὺ τὸ πανοῦργον καὶ τὸ θηριῶδες. διὸ καὶ Σκύφον αὐτὸν οἱ Λακεδαιμόνιοι προσηγόρευον.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (1 total)
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: