previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοιαῦτα λέγοντος τοῦ Δημοκρίτου Κύνουλκος ἔφη:
τί μ᾽ ἀνέμνασας κείνων κυλίκων;
κατὰ τὸν σὸν Φίλωνα, δέον μηδένα τῶν σπουδῆς ἀξίων λέγειν τι τοῦ γάστρωνος παρόντος Οὐλπιανοῦ. οὗτος γὰρ τὰς καπυρωτέρας ᾠδὰς ἀσπάζεται μᾶλλον τῶν ἐσπουδασμένων: οἷαί εἰσιν αἱ Λοκρικαὶ καλούμεναι, μοιχικαί τινες τὴν φύσιν ὑπάρχουσαι, ὡς καὶ ἥδε carm. pop. 27 B':'
τί πάσχεις: μὴ προδῷς ἄμμ᾽, ἱκετεύω.
πρὶν καὶ μολεῖν κεῖνον, ἀνίστω, μὴ κακὸν
μέγα ποιήσῃ σε κἀμὲ τὴν δειλάκραν.
ἁμέρα καὶ δή, τὸ φῶς διὰ τᾶς θυρίδος οὐκ εἰσορῇς;
τοιούτων γὰρ ᾀσμάτων αὐτοῦ πᾶσα πλήρης Φοινίκη, ἐν καὶ αὐτὸς περιῄει καλαμίζων μετὰ τῶν τοὺς κολάβρους καλουμένους συντιθέντων: εἴρηται γάρ, καλὲ Οὐλπιανέ, τοὔνομα. καὶ γε Σκήψιος Δημήτριος ἐν τῷ δεκάτῳ τοῦ Τρωικοῦ Διακόσμου φησὶν οὕτως fr. 6 Gaede':' ‘Κτησιφῶν Ἀθηναῖος ποιητὴς τῶν καλουμένων κολάβρων, ὃν καὶ πρῶτος μετὰ Φιλέταιρον ἄρξας Περγάμου Ἄτταλος δικαστὴν καθεστάκει βασιλικῶν τῶν περὶ τὴν Αἰολίδα.' δ᾽ αὐτὸς οὗτος συγγραφεὺς κἀν τῷ ἐννεακαιδεκάτῳ τῆς αὐτῆς πραγματείας fr. 13 G' 'Μνησιπτολέμου φησί ποτε τοῦ ἱστοριογράφου τοῦ παρὰ Ἀντιόχῳ τῷ προσαγορευθέντι Μεγάλῳ πλεῖστον ἰσχύσαντος υἱὸν γενέσθαι Σέλευκον τὸν τῶν ἱλαρῶν ᾀσμάτων ποιητήν: οὗπερ συνεχῶς ᾁδειν εἰώθασιν Bergk anth. p. 521':'
κἀγὼ παιδοφιλήσω: πολύ μοι κάλλιον γαμεῖν:
παῖς μὲν γὰρ παρεὼν κἠν πολέμῳ μᾶλλον ἐπωφελεῖ.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: