previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἡσθέντων οὖν ἐπὶ τοῖς πεπαιγμένοις ἁπάντωνἀλλὰ μήν, ἔφη Οὐλπιανός, καὶ τὸν περὶ τῆς ΜΗΤΡΑΣ λόγον ἀποδώσω. Ἄλεξις γὰρ ἐν τῷ Ποντικῷ ἐπιγραφομένῳ δράματι Καλλιμέδοντα τὸν ῥήτορα, Κάραβον δὲ ἐπικαλούμενον κωμῳδῶνἦν δ᾽ οὗτος εἷς τῶν κατὰ Δημοσθένη τὸν ῥήτορα πολιτευομένωνφησίν II 368 K':'
ὑπὲρ πάτρας μὲν πᾶς τις ἀποθνῄσκειν θέλει,
ὑπὲρ δὲ μήτρας Καλλιμέδων Κάραβος
ἑφθῆς ἴσως προσεῖτ᾽ ἂν ἀποθανεῖν.
ἦν δὲ Καλλιμέδων καὶ ἐπὶ ὀψοφαγίᾳ διαβόητος. μνημονεύει τῆς μήτρας καὶ Ἀντιφάνης ἐν Φιλομήτορι οὕτως II 108 K':'
ἔμμητρον ἂν τὸ ξύλον, βλάστην ἔχει:
μητρόπολίς ἐστιν, οὐχὶ πατρόπολις <πόλις>:
μήτραν τινὲς πωλοῦσιν ἥδιστον κρέας:
Μητρᾶς Χῖός ἐστι τῷ δήμῳ φίλος.
Εὔφρων δ᾽ ἐν Παραδιδομένῃ IV 492 M':'
οὑμὸς διδάσκαλος δὲ μήτραν σκευάσας
παρέθηκε Καλλιμέδοντι κἀσθίονθ᾽ ἅμα
ἐποίησε πηδᾶν, ὅθεν ἐκλήθη Κάραβος.
Διώξιππος δ᾽ ἐν Ἀντιπορνοβοσκῷ ib. 541':'
οἵων δ᾽ ἐπιθυμεῖ βρωμάτων, ὡς μουσικῶν:
ἤνυστρα, μήτρας, χόλικας.
ἐν δὲ Ἱστοριογράφῳ ib.':'
τὴν στοὰν διεξέπαιεν Ἀμφικλῆς: μήτρας δύο
κρεμαμένας δείξαςἐκεῖνον πέμπε, φησίν, ἂν ἴδῃς.'
Εὔβουλος δ᾽ ἐν Δευκαλίωνι II 173 K':'
ἡπάτια, νῆστις, πλεύμονες, μήτρα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: