previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πολλὰ δὲ ἔχων ἔτι λέγειν περὶ ὧν ἐλήρησεν φαρμακοπώλης παύομαι, καίτοι εἰδὼς καὶ Ἐπίκουρον τὸν φιλαληθέστατον ταῦτ᾽ εἰπόντα περὶ αὐτοῦ ἐν τῇ περὶ ἐπιτηδευμάτων ἐπιστολῇ, ὅτι καταφαγὼν τὰ πατρῷα ἐπὶ στρατείαν ὥρμησε καὶ ὅτι ἐν ταύτῃ κακῶς πράττων ἐπὶ τὸ φαρμακοπωλεῖν ἦλθεν: εἶτα ἀναπεπταμένου τοῦ Πλάτωνος περιπάτου, φησί, παραβαλὼν ἑαυτὸν προσεκάθισε τοῖς λόγοις, οὐκ ὢν ἀφυής, καὶ κατὰ μικρὸν εἰς τὴν θεωρουμένην ἐξῆλθεν. οἶδα δὲ ὅτι ταῦτα μόνος Ἐπίκουρος εἴρηκεν κατ᾽ αὐτοῦ, οὔτε δ᾽ Εὐβουλίδης, ἀλλ᾽ οὐδὲ Κηφισόδωρος τοιοῦτόν τι ἐτόλμησεν εἰπεῖν κατὰ τοῦ Σταγειρίτου, καίτοι καὶ συγγράμματα ἐκδόντες κατὰ τἀνδρός. ἐν δὲ τῇ αὐτῇ ἐπιστολῇ Ἐπίκουρος καὶ Πρωταγόραν φησὶ τὸν σοφιστὴν ἐκ φορμοφόρου καὶ ξυλοφόρου πρῶτον μὲν γενέσθαι γραφέα Δημοκρίτου: θαυμασθέντα δ᾽ ὑπ᾽ ἐκείνου ἐπὶ ξύλων τινὶ ἰδίᾳ συνθέσει ἀπὸ ταύτης τῆς ἀρχῆς ἀναληφθῆναι ὑπ᾽ αὐτοῦ καὶ διδάσκειν ἐν κώμῃ τινὶ γράμματα, ἀφ᾽ ὧν ἐπὶ τὸ σοφιστεύειν ὁρμῆσαι. κἀγὼ δέ, ἄνδρες συνδαιταλῆς, ἀπὸ τῶν πολλῶν τούτων λόγων τὴν ὁρμὴν ἔχω ἐπὶ τὸ ἤδη γαστρίζεσθαι.'

εἰπόντος οὖν τινος ἔτι παρασκευάζεσθαι τοὺς μαγείρους διὰ τὴν πολλὴν τῶν λόγων ἑστίασιν, ἵνα μὴ ψυχρὰ παρατιθῶσιν ῾οὐδεὶς γὰρ ἂν φάγοι ψυχρῶν̓, Κύνουλκος ἔφη: ‘κατὰ τὸν Ἀλέξιδος τοῦ κωμῳδιοποιοῦ Μίλκωνα II 353 K' '

ἐγώ ῾φησιν̓ — — —
κἂν μὴ παραθῶσι θερμά. τἀγαθὸν Πλάτων
ἁπανταχοῦ φησ᾽ ἀγαθὸν εἶναι, μανθάνεις;
τὸ δ᾽ ἡδὺ πάντως ἡδὺ κἀκεῖ κἀνθάδε.
οὐκ ἀχαρίτως δὲ καὶ Σφαῖρον τὸν συσχολάσαντα μὲν Χρυσίππῳ παρὰ Κλεάνθει, μετάπεμπτον δὲ γενόμενον εἰς Ἀλεξάνδρειαν ὑπὸ τοῦ βασιλέως Πτολεμαίου, κηρίνων ποτὲ ἐν τῷ δείπνῳ παρατεθεισῶν ὀρνίθων ἐκτείναντα τὰς χεῖρας ἐπισχεθῆναι ὑπὸ τοῦ βασιλέως, ὡς ψεύδει συγκατατιθέμενον. τὸν δ᾽ εὐστόχως ἀποφήνασθαι εἰπόντα οὐ τούτῳ συγκατατίθεσθαι ὅτι εἰσὶν ὄρνεις, ἀλλ᾽ ὅτι εὔλογόν ἐστι ταύτας ὄρνεις εἶναι. διαφέρειν δὲ τὴν καταληπτικὴν φαντασίαν τοῦ εὐλόγου: τὴν μὲν γὰρ ἀδιάψευστον εἶναι, τὸ δ᾽ εὔλογον <κἂν> ἄλλως ἀποβαίνειν. καὶ ἡμῖν οὖν κατὰ τὴν καταληπτικὴν φαντασίαν καὶ τῶν κηρίνων περιενεχθήτω, ἵνα κἂν κατὰ τὴν ὄψιν πλανᾶσθαι δυνώμεθα [ἵνα] μὴ πάντα λαλῶμεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: