previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐκ ἄκαιρον δ᾽ εἶναι νομίζω [εἰπεῖν] ἔτι καὶ αὐτός, ἐπειδήπερ ἐμνήσθην τοῦ κιθαριστοῦ Στρατονίκου, λέξαι τι περὶ τῆς εὐστοχίας αὐτοῦ τῶν ἀποκρίσεων. διδάσκων γὰρ κιθαριστάς, ἐπειδὴ ἐν τῷ διδασκαλείῳ εἶχεν ἐννέα μὲν εἰκόνας τῶν Μουσῶν, τοῦ δὲ Ἀπόλλωνος μίαν, μαθητὰς δὲ δύο, πυνθανομένου τινὸς πόσους ἔχοι μαθητάς, ἔφησὺν τοῖς θεοῖς δώδεκα.' εἰς Μύλασα δ᾽ ἐπιδημήσας καὶ κατιδὼν ναοὺς μὲν πολλούς, ἀνθρώπους δὲ ὀλίγους στὰς ἐν μέσῃ τῇ ἀγορᾷ ἔφηἀκούετε, νεῴ.' Μάχων δ᾽ αὐτοῦ ἀναγράφει τάδε ἀπομνημονεύματα:
Στρατόνικος ἀπεδήμησεν εἰς Πέλλαν ποτέ,
παρὰ πλειόνων ἔμπροσθε τοῦτ᾽ ἀκηκοὼς
ὡς σπληνικοὺς εἴωθεν πόλις ποιεῖν.
ἐν τῷ βαλανείῳ καταμαθὼν οὖν πλείονας
γυμναζομένους τῶν μειρακίσκων παρὰ τὸ πῦρ,
κομψῶς τό τε χρῶμα καὶ τὸ σῶμ᾽ ἠσκηκότας,
διαμαρτάνειν ἔφασκε τοὺς εἰρηκότας
αὑτῷ: καταμαθὼν δ᾽, ἡνίκ᾽ ἐξῄει πάλιν,
τῆς κοιλίας τὸν σπλῆν᾽ ἔχοντα διπλάσιον ... ‘καθήμενος γὰρ ἐνθάδ᾽ οὗτος φαίνεται τά <θ᾽> ἱμάτια τῶν εἰσιόντων λαμβάνων τηρεῖν ἅμα καὶ τοὺς σπλῆνας, εὐθέως ἵνα μηδ᾽ ἡτισοῦν τοῖς ἔνδον στενοχωρία.'

ψάλτης κακὸς Στρατόνικον ἑστιῶν ποτε ἐπεδείκνυτ᾽ αὐτῷ τὴν τέχνην παρὰ τὸν πότον. οὔσης δὲ λαμπρᾶς καὶ φιλοτίμου τῆς δοχῆς, ψαλλόμενος <> Στρατόνικος, οὐκ ἔχων δ᾽ ὅτῳ διαλέξεθ᾽ ἑτέρῳ, συγκατέθλα τὸ ποτήριον. ᾔτησε μεῖζον καὶ κυάθους πολλοὺς λαβὼν τῷ θ᾽ ἡλίῳ τὴν κύλικα δείξας συντόμως πιὼν καθεῦδε, ταῦτ᾽ ἐπιτρέψας τῇ τύχῃ. ἐπὶ κῶμον ἐλθόντων δὲ τῷ ψάλτῃ τινῶν ἑτέρων κατὰ τύχην, ὡς ἔοικε, γνωρίμων ἔξοινος Στρατόνικος ἐγένετ᾽ εὐθέως. προσπυνθανομένων δ᾽ τι πολὺν πίνων ἀεὶ οἶνον ἐμεθύσθη συντόμως, ἀπεκρίνατο: ‘ γὰρ ἐπίβουλος κἀναγὴς ψάλτης, ἔφη, ὡς βοῦν ἐπὶ φάτνῃ δειπνίσας ἀπέκτονεν.'

Στρατόνικος εἰς Ἄβδηρ᾽ ἀποδημήσας ποτὲ ἐπὶ τὸν ἀγῶνα τὸν τιθέμενον αὐτόθι, ὁρῶν ἕκαστον τῶν πολιτῶν κατ᾽ ἰδίαν κεκτημένον κήρυκα κηρύττοντά τε ἕκαστον αὐτῶν, ὅτε θέλοι, νουμηνίαν σχεδόν τε τοὺς κήρυκας ἐν τῷ χωρίῳ ὄντας πολὺ πλείους κατὰ λόγον τῶν δημοτῶν, ἐπ᾽ ἄκρων ἐβάδιζε τῶν ὀνύχων ἐν τῇ πόλει σχέδην, δεδορκὼς ἀτενὲς εἰς τὴν γῆν κάτω. πυνθανομένου δὲ τῶν ξένων αὐτοῦ τινος τὸ πάθος τὸ γεγονὸς ἐξαπίνης περὶ τοὺς πόδας, τοῦτ᾽ εἶπε: ‘τοῖς ὅλοις μὲν ἔρρωμαι, ξένε, καὶ τῶν κολάκων πολὺ μᾶλλον ἐπὶ δεῖπνον τρέχω: ἀγωνιῶ δὲ καὶ δέδοικα παντελῶς, μή ποτ᾽ ἐπιβὰς κήρυκι τὸν πόδ᾽ ἀναπαρῶ.'

αὐλεῖν ἐπὶ τοῖς ἱεροῖσιν αὐλητοῦ κακοῦ μέλλοντος Στρατόνικοςεὐφήμει, μέχρι σπείσαντες εὐξώμεσθα, φησί, τοῖς θεοῖς.'

Κλέων τις ἦν κιθαρῳδός, ὃς ἐκαλεῖτο Βοῦς, δεινῶς ἀπᾴδων τῇ λύρᾳ τ᾽ οὐ χρώμενος. τούτου διακούσας Στρατόνικος εἶφ᾽ ὅτιὄνος λύρας ἐλέγετο, νῦν δὲ βοῦς λύρας.'

Στρατόνικος κιθαρῳδὸς ὡς Βηρισάδην ἔπλευσεν εἰς τὸν Πόντον ὄντα βασιλέα. πολλοῦ χρόνου δ᾽ ἤδη γεγονότος ἀποτρέχειν ἠβούλετο Στρατόνικος εἰς τὴν Ἑλλάδα. ὡς δ᾽ αὐτὸν, ὡς ἔοικεν, οὐ προσίετο, τοῦτ᾽ ἀποκριθῆναί φασι τῷ Βηρισάδῃ: ‘σὺ γὰρ διανοεῖ, φησίν, αὐτοῦ καταμένειν;

ἐν τῇ Κορίνθῳ παρεπεδήμησέν ποτε Στρατόνικος κιθαρῳδός. εἶτα γρᾴδιον ἐνέβλεπεν αὐτῷ κοὐκ ἀφίστατ᾽ οὐδαμοῦ. κᾆθ᾽ Στρατόνικοςπρὸς θεῶν, μῆτερ, φράσον τί ἔσθ᾽ βούλει καὶ τί μ᾽ εἰσβλέπεις ἀεί;

διηπόρησα, φησίν, εἰ μήτηρ σε <μὲν>
δέκα μῆνας εἶχε κἀκράτει τῆς κοιλίας,
πόλις δ᾽ ἔχουσά σ᾽ ἡμέραν ἀλγεῖ μίαν.'
Νικοκρέοντος εἰσιοῦσ᾽ Ἀξιοθέα
γυνὴ μετὰ παιδίσκης ἅβρας εἰς τὸν πότον
ἀπεψόφησε κᾆτα τῷ Σικυωνίῳ
ἀμυγδάλην ἐπιβᾶσα συνέτριβεν, συνεὶς
Στρατόνικος εἶπενοὐχ ὅμοιος ψόφος.'
ὑπὸ νύκτα τῆς φωνῆς δὲ ταύτης οὕνεκα
ἐν τῷ πελάγει διέλυσε τὴν παρρησίαν.
ἐπιδεικνυμένου πόθ᾽, ὡς ἔοικεν, ἐν Ἐφέσῳ
ἀφυοῦς κιθαρῳδοῦ τὸν μαθητὴν τοῖς φίλοις,
παρὼν κατὰ τύχην Στρατόνικος τοῦτ᾽ ἔφη:
ὃς αὐτὸς αὑτὸν οὐ κιθ.........
ἄλλους κιθα...................'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: