previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐκ ἀπελείποντο δὲ ἡμῶν τῶν συμποσίων οὐδὲ ῥαψῳδοί. ἔχαιρε γὰρ τοῖς Ὁμήρου Λαρήνσιος ὡς ἄλλος οὐδὲ εἷς, ὡς λῆρον ἀποφαίνειν Κάσανδρον τὸν Μακεδονίας βασιλεύσαντα, περὶ οὗ φησι Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασιν FHG IV 358' 'ὅτι οὕτως ἦν φιλόμηρος ὡς διὰ στόματος ἔχειν τῶν ἐπῶν τὰ πολλά: καὶ Ἰλιὰς ἦν αὐτῷ καὶ Ὀδυσσεία ἰδίως γεγραμμέναι. ὅτι δ᾽ ἐκαλοῦντο οἱ ῥαψῳδοὶ καὶ Ὁμηρισταὶ Ἀριστοκλῆς εἴρηκεν ἐν τῷ περὶ Χορῶν ibid. 331'.' τοὺς δὲ νῦν Ὁμηριστὰς ὀνομαζομένους πρῶτος εἰς τὰ θέατρα παρήγαγε Δημήτριος Φαληρεύς. Χαμαιλέων δὲ ἐν τῷ περὶ Στησιχόρου fr. 9 Koepke' 'καὶ μελῳδηθῆναί φησιν οὐ μόνον τὰ Ὁμήρου, ἀλλὰ καὶ τὰ Ἡσιόδου καὶ Ἀρχιλόχου, ἔτι δὲ Μιμνέρμου καὶ Φωκυλίδου. Κλέαρχος δ᾽ ἐν τῷ προτέρῳ περὶ Γρίφων FHG II 321' '‘τὰ Ἀρχιλόχου, φησίν, [ὁ] Σιμωνίδης Ζακύνθιος ἐν τοῖς θεάτροις ἐπὶ δίφρου καθήμενος ἐραψῴδει.' Λυσανίας δ᾽ ἐν τῷ πρώτῳ περὶ Ἰαμβοποιῶν Μνασίωνα τὸν ῥαψῳδὸν λέγει ἐν ταῖς δείξεσι τῶν Σιμωνίδου τινὰς ἰάμβων ὑποκρίνεσθαι. τοὺς δ᾽ Ἐμπεδοκλέους Καθαρμοὺς ἐραψῴδησεν Ὀλυμπίασι Κλεομένης ῥαψῳδός, ὥς φησιν Δικαίαρχος ἐν τῷ Ὀλυμπικῷ FHG II 249'.' Ἰάσων δ᾽ ἐν τρίτῳ περὶ τῶν Ἀλεξάνδρου Ἱερῶν fr. 3 M' 'ἐν Ἀλεξανδρείᾳ φησὶν ἐν τῷ μεγάλῳ θεάτρῳ ὑποκρίνασθαι Ἡγησίαν τὸν κωμῳδὸν τὰ Ἡσιόδου, Ἑρμόφαντον δὲ τὰ Ὁμήρου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: