κἄπειτ᾽ ἰδὼν ἀσφάραγον ἐν θάμνῳ τινί.Ἀμειψίας ῾I 677 K':'
οὐ σχῖνος οὐδ᾽ ἀσφάραγος, οὐ δάφνης κλάδοι.Δίφιλος δέ φησιν ὡς ὁ τῆς κράμβης ἀσφάραγος λεγόμενος ἰδίως ὄρμενος εὐστομαχώτερός ἐστι καὶ εὐεκκριτώτερος, ὄψεων δὲ βλαπτικός. ἐστὶ δὲ δριμὺς καὶ οὐρητικὸς καὶ ἀδικεῖ νεφροὺς καὶ κύστιν. Ἀττικοὶ δ᾽ εἰσὶν οἱ λέγοντες ὄρμενον τὸν ἀπὸ τῆς κράμβης ἐξηνθηκότα. Σοφοκλῆς Ἰχνευταῖς ῾fr. 294 N':'
κἀξορμενίζει κοὐκ ἐπισχολάζεταιπαρὰ τὸ ἐξορούειν καὶ βλαστάνειν. Ἀντιφάνης δὲ διὰ τοῦ 〈π〉 φησὶν ἀσπάραγον ῾II 130 K':'
βλάστη.
ἀσπάραγος ἠγλάιζεν, ὦχρος ἐξήνθηκέ τις.Ἀριστοφῶν ῾II 282 K':' ‘κάππαριν, βληχώ, θύμον, ἀσπάραγον, πίτταν, ῥάμνον, σφακόν, πήγανον.'